1ᾨδὴ Μωυσέως ἐν τῇ Ἐξόδῳ. ΑΣΩΜΕΝ τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
2βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτος θεός μου, καὶ δοξάσω αὐτόν, θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.
3Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ.
4ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν· ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ,
5πόντῳ ἐκάλυψεν αὐτούς· κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
6ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι· ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς.
7καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην.
8καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
9εἶπεν ὁ ἐχθρός Διώξας Καταλήμψομαι· μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου.
10ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ἐκάλυψεν αὐτοὺς θάλασσα· ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ.
11τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.
12ἐξέτεινας τὴν δεξιάν σου, καὶ κατέπιεν αὐτοὺς ἡ γῆ.
13ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου.
14ἤκουσαν ἔθνη καὶ ἐφοβήθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ.
15τότε ἔσπευσαν ἡγεμόνες Ἐδὼμ καὶ ἄρχοντες Μωαβιτῶν· ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανάαν.
16ἐπιπέσοι ἐπ᾽ αὐτοὺς φόβος καὶ τρόμος· μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν· ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος ὃν ἐκτήσω.
17εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω, ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου,
18Κύριε, βασιλεύων τὸν αἰῶνα καὶ ἐπ᾽ αἰῶνα καὶ ἔτι.
19ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασιν καὶ ἀναβάταις αὐτοῦ εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ᾽ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.