1Ὕμνος ἑωθινός. Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. αἰνοῦμέν σε,
2
3
4
5εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν,
6
7
8
9
10Κύριε βασιλεῦ ἐπουράνιε, θεὲ πατὴρ παντοκράτωρ· Κύριε υἱὲ μονογενὴ Ἰησοῦ Χριστέ,
11
12
13
14
15καὶ ἅγιον πνεῦμα. Κύριε ὁ θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ υἱὸς τοῦ πατρός, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου,
16
17
18
19
20ἐλέησον ἡμᾶς· ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, ἐλέησον ἡμᾶς· πρόσδεξαι τὴν δέησιν ἡμῶν· ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, ἐλέησον ἡμᾶς.
21
22
23
24
25ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν θεοῦ πατρός. ἀμήν. καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε,
26
27
28
29
30καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καταξίωσον, Κύριε, καὶ τὴν ἡμέραν ταύτην ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν,
31
32
33
34
35καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. ἀμήν. εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου· εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου· εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.
36
37
38
39
40ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγα· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ θεός μου. ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,
41
42
43
44
45ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε.