Skip to content
← 1 Enoch

Chapter 10 · Greek

1 Enoch

1Τότε Ὕψιστος εἶπεν περὶ τούτων, ὁ μέγας Ἅγιος, καὶ ἐλάλησεν καὶ εἶπεν καὶ ἔπεμψεν Ἰστραὴλ πρὸς τὸν υἱὸν Λέμεχ

2Εἶπον αὐτῷ ἐπὶ τῷ ἐμῷ ὀνόματι Κρύψον σεαυτόν, καὶ δήλωσον αὐτῷ τέλος ἐπερχόμενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα, καὶ κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς γῆς καὶ ἀπολέσει πάντα ὅσα ἐστὶν αὐτῇ.

3καὶ δίδαξον αὐτὸν ὅπως ἐκφύγῃ, καὶ μενεῖ τὸ σπέρμα αὐτοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

4Καὶ τῷ Ῥαφαὴλ εἶπεν Δῆσον τὸν Ἀζαὴλ ποσὶν καὶ χερσίν, καὶ βάλε αὐτὸν εἰς τὸ σκότος, καὶ ἄνοιξον τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Δαδουὴλ κἀκεῖ βάλε αὐτόν,

5καὶ ὑπόθες αὐτῷ λίθους τραχεῖς καὶ ὀξεῖς καὶ ἐπικάλυψον αὐτῷ τὸ σκότος, καὶ οἰκησάτω ἐκεῖ εἰς τοὺς αἰῶνας, καὶ τὴν ὄψιν αὐτοῦ πώμασον καὶ φῶς μὴ θεωρείτω·

6καὶ ἐν τῇ ἡμέρᾳ τῆς μεγάλης τῆς κρίσεως ἀπαχθήσεται εἰς τὸν ἐνπυρισμόν.

7καὶ ἰαθήσεται ἡ γῆ, ἣν ἠφάνισαν οἱ ἄγγελοι, καὶ τὴν ἴασιν τῆς γῆς δήλωσον, ἵνα ἰάσωνται τὴν πληγήν, ἵνα μὴ ἀπόλωνται πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν τῷ μυστηρίῳ ὅλῳ ᾧ ἐπέταξαν οἱ ἐγρήγοροι καὶ ἔδειξαν τοὺς υἱοὺς αὐτῶν,

8καὶ ἠρημώθη πᾶσα ἡ γῆ ἀφανισθεῖσα ἐν τοῖς ἔργοις τῆς διδασκαλίας Ἀζαήλ· καὶ ἐπ᾽ αὐτῷ γράψον τὰς ἁμαρτίας πάσας.

9Καὶ τῷ Γαβριὴλ εἶπεν ὁ κύριος Πορεύου ἐπὶ τοὺς μαζηρέους, ἐπὶ τοὺς κιβδήλους καὶ τοὺς υἱοὺς τῆς πορνείας, καὶ ἀπόλεσον τοὺς υἱοὺς τῶν ἐγρηγόρων ἀπὸ τῶν ἀνθρώπων· πέμψον αὐτοὺς ἐν πολέμῳ ἀπωλείας. μακρότης γὰρ ἡμερῶν οὐκ ἔστιν αὐτῶν,

10καὶ πᾶσα ἐρώτησις [οὐκ] ἔσται τοῖς πατράσιν αὐτῶν καὶ περὶ αὐτῶν, ὅτι ἐλπίζουσιν ζῆσαι ζωὴν αἰώνιον, καὶ ὅτι ζήσεται ἕκαστος αὐτῶν ἔτη πεντακόσια.

11Καὶ εἶπεν Μιχαήλ Πορεύου καὶ δήλωσον Σεμιαζᾷ καὶ τοῖς λοιποῖς τοῖς σὺν αὐτῷ ταῖς γυναιξὶν μιγεῖσιν, μιανθῆναι ἐν αὐταῖς ἐν τῇ ἀκαθαρσίᾳ αὐτῶν·

12καὶ ὅταν κατασφαγῶσιν οἱ υἱοὶ αὐτῶν καὶ ἴδωσιν τὴν ἀπώλειαν τῶν ἀγαπητῶν, καὶ δῆσον αὐτοὺς ἑβδομήκοντα γενεὰς εἰς τὰς νάπας τῆς γῆς μέχρι ἡμέρας κρίσεως αὐτῶν καὶ συντελεσμοῦ, ἕως τελεσθῇ τὸ κρίμα τοῦ αἰῶνος τῶν αἰώνων.

13τότε ἀπαχθήσονται εἰς τὸ χάος τοῦ πυρὸς καὶ εἰς τὴν βάσανον καὶ εἰς τὸ δεσμωτήριον συνκλείσεως αἰῶνος.

14καὶ ὃς ἂν κατακαυθῇ καὶ ἀφανισθῇ ἀπὸ τοῦ νῦν, μετ᾽ αὐτῶν ὁμοῦ δεθήσοται μέχρι τελειώσεως γενεᾶς.

15ἀπόλεσον πάντα τὰ πνεύματα τῶν κιβδήλων καὶ τοὺς υἱοὺς τῶν ἐγρηγόρων διὰ τὸ ἀδικῆσαι τοὺς ἀνθρώπους.

16καὶ ἀπόλεσον τὴν ἀδικίαν πᾶσαν ἀπὸ τῆς γῆς, καὶ πᾶν ἔργον πονηρίας ἐκλειπέτω, καὶ ἀναφανήτω τὸ φυτὸν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας εἰς τοὺς αἰῶνας· μετὰ χαρᾶς φυτευθήσεται.

17Καὶ νῦν πάντες οἱ δίκαιοι ἐκφεύξονται, καὶ ἔσονται ζῶντες ἕως γεννήσωσιν χιλιάδας, καὶ πᾶσαι αἱ ἡμέραι νεότητος αὐτῶν, καὶ τὰ σάββατα αὐτῶν μετὰ εἰρήνης πληρώσουσιν.

18τότε ἐργασθήσεται πᾶσα ἡ γῆ ἐν δικαιοσύνῃ καὶ καταφυτευθήσεται δένδρον ἐν αὐτῇ, καὶ πλησθήσεται εὐλογίας.

19καὶ πάντα τὰ δένδρα τῆς γῆς ἀγαλλιάσονται· φυτευθήσεται, καὶ ἔσονται φυτεύοντες ἀμπέλους, καὶ ἡ ἄμπελος ἣν ἂν φυτεύσωσιν, ποιήσουσιν προχοῦς οἴνου· χιλιάδας καὶ σπόρου ποιήσει καθ᾽ ἕκαστον μέτρον, ἐλαίας ποιήσει ἀνὰ βάτους δέκα.

20καὶ σὺ καθάρισον τὴν γῆν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἀπὸ πάσης ἀδικίας καὶ ἀπὸ πάσης ἁμαρτίας καὶ ἀσεβείας, καὶ πάσας τὰς ἀκαθαρσίας τὰς γινομένας ἐπὶ τῆς γῆς ἐξάλειψον.

21καὶ ἔσονται πάντες λατρεύοντες οἱ λαοὶ καὶ εὐλογοῦντες πάντες ἐμοὶ καὶ προσκυνοῦντες.

22καὶ καθαρισθήσεται πᾶσα ἡ γῆ ἀπὸ παντὸς μιάμματος καὶ ἀπὸ πάσης ἀκαθαρσίας καὶ ὀργῆς καὶ μάστιγος, καὶ οὐκέτι πέμψω ἐπ᾽ αὐτοὺς εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

SBL Greek New Testament and Swete’s Septuagint