Skip to content
← 1 Enoch

Chapter 18 · Greek

1 Enoch

1ἴδον τοὺς θησαυροὺς τῶν ἀνέμων πάντων, ἴδον ὅτι ἐν αὐτοῖς ἐκόσμησεν πάσας τὰς κτίσεις καὶ τὸν θεμέλιον τῆς γῆς,

2καὶ τὸν λίθον ἴδον τῆς γωνίας τῆς γῆς. ἴδον τοὺς τέσσαρας ἀνέμους τὴν γῆν βαστάζοντας, καὶ τὸ στερέωμα τοῦ οὐρανοῦ,

3καὶ αὐτοὶ ἱστᾶσιν μεταξὺ γῆς καὶ οὐρανοῦ.

4ἴδον ἀνέμους τῶν οὐρανῶν στρέφοντας καὶ διανύοντας τὸν τροχὸν τοῦ ἡλίου, καὶ πάντας τοὺς ἀστέρας.

5ἴδον τοὺς ἐπὶ τῆς γῆς ἀνέμους βαστάζοντας ἐν νεφέλῃ. ἴδον πέρατα τῆς γῆς, τὸ στήριγμα τοῦ οὐρανοῦ ἐπάνω.

6Παρῆλθον καὶ ἴδον τόπον καιόμενον νυκτὸς καὶ ἡμέρας, ὅπου τὰ ἑπτὰ ὄρη ἀπὸ λίθων πολυτελῶν, τρία εἰς ἀνατολὰς καὶ τρία εἰς νότον βάλλοντα.

7καὶ τὰ μὲν πρὸς ἀνατολὰς ἀπὸ λίθου χρώματος, τὸ δὲ ἦν ἀπὸ λίθου μαργαρίτου, καὶ τὸ ἀπὸ λίθου ταθέν, τὸ δὲ κατὰ νότον ἀπὸ λίθου πυρροῦ·

8τὸ δὲ μέσον αὐτῶν ἦν εἰς οὐρανόν, ὥσπερ θρόνος θεοῦ ἀπὸ λίθου φουκά, καὶ ἡ κορυφὴ τοῦ θρόνου ἀπὸ λίθου σαπφείρου·

9καὶ πῦρ καιόμενον ἴδον. κἀπέκεινα τῶν ὀρέων τούτων

10τόπος ἐστὶν πέρας τῆς μεγάλης γῆς· ἐκεῖ συντελεσθήσονται οἱ οὐρανοί.

11καὶ ἴδον χάσμα μέγα εἰς τοὺς στύλους τοῦ πυρὸς καταβαίνοντας καὶ οὐκ ἦν μέτρον οὔτε εἰς βάθος οὔτε εἰς ὕψος.

12καὶ ἐπέκεινα τοῦ χάσματος τούτου ἴδον τόπον ὅπου οὐδὲ στερέωμα οὐρανοῦ ἐπάνω, οὔτε γῆ ἡ τεθεμελιωμένη ὑποκάτω αὐτοῦ οὔτε ὕδωρ ἦν ὑπὸ αὐτὸ οὔτε πετεινόν, ἀλλὰ τόπος ἦν ἔρημος καὶ φοβερός.

13ἐκεῖ ἴδον ἑπτὰ ἀστέρας ὡς ὄρη μεγάλα καιόμενα, περὶ ὧν πυνθανομένῳ μοι

14εἶπεν ὁ ἄγγελος Οὗτός ἐστιν ὁ τόπος τὸ τέλος τοῦ οὐρανοῦ καὶ γῆς· δεσμωτήριον τοῦτο ἐγένετο τοῖς ἄστροις καὶ ταῖς δυνάμεσιν τοῦ οὐρανοῦ.

15καὶ οἱ ἀστέρες οἱ κυλιόμενοι ἐν τῷ πυρί, οὗτοί εἰσιν οἱ παραβάντες πρόσταγμα Κυρίου ἐν ἀρχῇ τῆς ἀνατολῆς αὐτῶν (ὅτι τόπος ἔξω τοῦ οὐρανοῦ κενός ἐστιν), ὅτι οὐκ ἐξῆλθαν ἐν τοῖς καιροῖς αὐτῶν·

16καὶ ὀργίσθη αὐτοῖς καὶ ἔδησεν αὐτοὺς μέχρι καιροῦ τελειώσεως αὐτῶν ἁμαρτίας, ἐνιαυτῶν μυρίων.

SBL Greek New Testament and Swete’s Septuagint