Skip to content
← 1 Enoch

Chapter 2 · Greek

1 Enoch

1Κατανοήσατε πάντα τὰ ἔργα ἐν τῷ οὐρανῷ, πῶς οὐκ ἠλλοίωσαν τὰς ὁδοὺς αὐτῶν, καὶ τοὺς φωστῆρας τοὺς ἐν τῷ οὐρανῷ, ὡς τὰ πάντα ἀνατέλλει καὶ δύνει, τεταγμένος ἕκαστος ἐν τῷ τεταγμένῳ καιρῷ, καὶ ταῖς ἑορταῖς αὐτῶν φαίνονται, καὶ οὐ παραβαίνουσιν τὴν ἰδίαν τάξιν.

2ἴδετε τὴν γῆν καὶ διανοήθητε περὶ τῶν ἔργων τῶν ἐν αὐτῇ γινομένων ἀπ᾽ ἀρχῆς μέχρι τελειώσεως, ὥς εἰσιν φθαρτά, ὡς οὐκ ἀλλοιοῦνται, οὐδὲν τῶν ἐπὶ γῆς, ἀλλὰ πάντα ἔργα θεοῦ ὑμῖν φαίνεται.

3ἴδετε τὴν θερείαν καὶ τὸν χειμῶνα.

SBL Greek New Testament and Swete’s Septuagint