Skip to content
← 1 Enoch

Chapter 32 · Greek

1 Enoch

1εἰς βορρᾶν πρὸς ἀνατολὰς τεθέαμαι ἑπτὰ ὄρη πλήρη νάρδου χρηστοῦ καὶ σχίνου καὶ κινναμώμου καὶ πιπέρεως.

2Καὶ ἐκεῖθεν ἐφόδευσα ἐπὶ τὰς ἀρχὰς πάντων τῶν ὀρέων τούτων, μακρὰν ἀπέχων πρὸς ἀνατολὰς τῆς γῆς, καὶ διέβην ἐπάνω τῆς ἐρυθρᾶς θάλασσης, καὶ ᾠχόμην ἐπ᾽ ἄκρων, καὶ ἀπὸ τούτου διέβην ἐπάνω τοῦ Ζωτιήλ.

3καὶ ἦλθον πρὸς τὸν παράδεισον τῆς δικαιοσύνης, καὶ ἴδον μακρόθεν τῶν δένδρων τούτων δένδρα πλείονα καὶ μεγάλα δύω μὲν ἐκεῖ, μεγάλα σφόδρα καλὰ καὶ ἔνδοξα καὶ μεγαλοπρεπῆ, καὶ τὸ δένδρον τῆς φρονήσεως, οὗ ἐσθίουσιν ἅγιοι τοῦ καρποῦ αὐτοῦ καὶ ἐπίστανται φρόνησιν μεγάλην.

4ὅμοιον τὸ δένδρον ἐκεῖνο στροβιλέᾳ τὸ ὕψος, τὰ δὲ φύλλα αὐτοῦ κερατίᾳ ὅμοια, ὁ δὲ καρπὸς αὐτοῦ ὡσεὶ βότρυες ἀμπέλου ἱλαροὶ λίαν, ἡ δὲ ὀσμὴ αὐτοῦ διέτρεχεν πόρρω ἀπὸ τοῦ δένδρου.

5τότε εἶπον Ὡς καλὸν τὸ δένδρον, καὶ ὡς ἐπίχαρι τῇ ὁράσει.

6τότε ἀπεκρίθη Ῥαφαήλ, ὁ ἅγιος ἄγγελος ὁ μετ᾽ ἐμοῦ ὤν Τοῦτο τὸ δένδρον φρονήσεως, ἐξ οὗ ἔφαγεν ὁ πατήρ σου.

SBL Greek New Testament and Swete’s Septuagint