1Καὶ ἐγένετο οὗ ἂν ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐν ἐκείναις ταῖς ἡμέραις ἐγεννήθησαν θυγατέρες ὡραῖαι καὶ καλαί.
2καὶ ἐθεάσαντο αὐτὰς οἱ ἄγγελοι υἱοὶ οὐρανοῦ καὶ ἐπεθύμησαν αὐτάς, καὶ εἶπαν πρὸς ἀλλήλους Δεῦτε ἐκλεξώμεθα ἑαυτοῖς γυναῖκας ἀπὸ τῶν ἀνθρώπων, καὶ γεννήσομεν ἑαυτοῖς τέκνα.
3καὶ εἶπεν Σεμειαζᾶς πρὸς αὐτούς, ὃς ἦν ἄρχων αὐτῶν Φοβοῦμαι μὴ οὐ θελήσετε ποιῆσαι τὸ πρᾶγμα τοῦτο, καὶ ἔσομαι ἐγὼ μόνος ὀφειλέτης ἁμαρτίας μεγάλης
4ἀπεκρίθησαν οὖν αὐτῷ πάντες Ὀμόσωμεν ὅρκῳ πάντες καὶ ἀναθεματίσωμεν πάντες ἀλλήλους μὴ ἀποστρέψαι τὴν γνώμην ταύτην, μὲχρις οὗ ἂν τελέσωμεν αὐτὴν καὶ ποιήσωμεν τὸ πρᾶγμα τοῦτο.
5τότε ὄμοσαν πάντες ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ.
6
7Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν· Σεμιαζά, οὗτος ἦν ἄρχων αὐτῶν· Ἀραθάκ, Κιμβρά, Σαμμανή, Δανειήλ, Ἀρεαρώς, Σεμιήλ, Ἰωμειήλ, Χωχαριήλ, Ἐζεκιήλ, Βατριήλ, Σαθιήλ, Ἀτριήλ, Ταμιήλ, Βαρακιήλ, Ἀνανθνά, Θωνιήλ, Ῥαμιήλ, Ἀσεάλ, Ῥακειήλ, Τουριήλ.
8οὗτοί εἰσιν αὐτῶν οἱ δεκα[δ]άρχαι.