1Ἐδίδαξεν τοὺς ἀνθρώπους Ἀζαὴλ μαχαίρας ποιεῖν καὶ ὅπλα καὶ ἀσπίδας καὶ θώρακας, διδάγματα ἀγγέλων, καὶ ὑπέδειξεν αὐτοῖς τὰ μέταλλα καὶ τὴν ἐργασίαν αὐτῶν, καὶ ψέλια καὶ κόσμους καὶ στίβεις καὶ τὸ καλλιβλέφαρον καὶ παντοίους λίθους ἐκλεκτοὺς καὶ τὰ βαφικά.
2καὶ ἐγένετο ἀσέβεια πολλή, καὶ ἐπόρνευσαν καὶ ἀπεπλανήθησαν καὶ ἠφανίσθησαν ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν.
3Σεμιαζᾶς ἐδίδαξεν ἐπαοιδὰς καὶ ῥιζοτομίας· Ἀρμαρὼς ἐπαοιδῶν λυτήριον· Ῥακιὴλ ἀστρολογίας· Χωχιὴλ τὰ σημειωτικά· Σαθιήλ ἀστεροσκοπίαν·Σεριὴλ σεληναγωγίας.
4τῶν οὖν ἀνθρώπων ἀπολλυμένων ἡ βο[ὴ] εἰς οὐρανοὺς ἀνέβη.