Skip to content
← 1 Enoch

Chapter 97 · Greek

1 Enoch

1παρὰ δὲ τοῦ ὄρους ἐν ᾧ ὤμοσαν καὶ ἀνεθεμάτισαν πρὸς τὸν πλησίον αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα οὐ μὴ ἀποστῇ ἀπ᾽ αὐτοῦ ψῦχος καὶ χιὼν καὶ πάχνη, καὶ δρόσος οὐ μὴ καταβῇ εἰς αὐτό, εἰ μὴ εἰς κατάραν καταβήσεται ἐπ᾽ αὐτό, μέχρις ἡμέρας κρίσεως τῆς μεγάλης.

2ἐν τῷ καιρῷ ἐκείνῳ κατακαυθήσεται καὶ ταπεινωθήσεται, καὶ ἔσται κατακαιόμενον καὶ τηκόμενον ὡς κηρὸς ἀπὸ πυρός, οὕτως κατακαήσεται περὶ πάντων τῶν ἔργων αὐτοῦ.

3καὶ νῦν ἐγὼ λέγω ὑμῖν υἱοῖς ἀνθρώπων Ὀργὴ μεγάλη καθ᾽ ὑμῶν, κατὰ τῶν υἱῶν ὑμῶν· καὶ οὐ παύσεται ἡ ὀργὴ αὕτη ἀφ᾽ ὑμῶν μέχρι καιροῦ σφαγῆς τῶν υἱῶν ὑμῶν.

4καὶ ἀπολοῦνται οἱ ἀγαπητοὶ ὑμῶν καὶ ἀποθανοῦνται οἱ ἔντιμοι ὑμῶν ἀπὸ πάσης τῆς γῆς, ὅτι πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτῶν ἀπὸ τοῦ νῦν οὐ μὴ ἔσονται πλείω τῶν ἑκατὸν εἴκοσιν ἐτῶν.

5καὶ μὴ δόξητε ἔτι ζῆσαι ἐπὶ πλείονα ἔτη· οὐ γὰρ ἔστιν ἐπ᾽ αὐτοῖς πᾶσα ὁδὸς ἐκφεύξεως ἀπὸ τοῦ νῦν, διὰ τὴν ὀργὴν ἣν ὠργίσθη ὑμῖν ὁ βασιλεὺς πάντων τῶν αἰώνων· μὴ νομίσητε ὅτι ἐκφεύξεσθε ταῦτα.

SBL Greek New Testament and Swete’s Septuagint