Skip to content
← Psalms

Chapter 10 · Greek

Psalms

1Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός. Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;

2ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.

3ὅτι ἃ κατηρτίσω καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησεν;

4Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ. Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.

5Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ· ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.

6ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.

7ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.

SBL Greek New Testament and Swete’s Septuagint