1ᾨδὴ τῶν ἀναβαθμῶν. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη· πόθεν ἥξει ἡ βοήθειά μου;
2ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
3μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε.
4ἰδοὺ οὐ νυστάξει οὐδὲ ἐξυπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.
5Κύριος φυλάξει σε, Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου·
6ἡμέρας ὁ ἥλιος οὐκ ἐκκαύσει σε, καὶ ἡ σελήνη τὴν νύκτα.
7Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξαι τὴν ψυχήν σου.
8Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.