Skip to content
← Psalms

Chapter 132 · Greek

Psalms

1ᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ. Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;

2ὡς μύρον ἐπὶ κεφαλὴν τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·

3ὡς δρόσος Ἁερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος.

SBL Greek New Testament and Swete’s Septuagint