Skip to content
← Psalms

Chapter 66 · Greek

Psalms

1Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Δαυείδ.

2Ὁ θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς. διάψαλμα.

3τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, καὶ ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου

4ἐξομολογησάσθωσαν λαοί, ὁ θεός, ἐξομολογησάσθωσαν λαοὶ πάντες.

5εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα.

6ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

7γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν,

8εὐλογήσαι ἡμᾶς ὁ θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

SBL Greek New Testament and Swete’s Septuagint