Skip to content
← Tobit

Chapter 6 · Greek

Tobit

1καὶ ἐσίγησεν κλαίουσα.

2Καὶ ἐξῆλθεν τὸ παιδίον καὶ ὁ ἄγγελος μετ᾽ αὐτοῦ, καὶ ὁ κύων ἐξῆλθεν μετ᾽ αὐτοῦ καὶ ἐπορεύθη μετ᾽ αὐτῶν, καὶ ἐπορεύθησαν ἀμφότεροι καὶ ἔτυχεν αὐτοῖς νὺξ μία, καὶ ηὐλίσθησαν ἐπὶ τοῦ Τίγριδος ποταμοῦ.

3καὶ κατέβη τὸ παιδίον περινίψασθαι τοὺς πόδας εἰς τὸν Τίγριν ποταμόν, καὶ ἀναπηδήσας ἰχθὺς μέγας ἐκ τοῦ ὕδατος ἐβούλετο καταπεῖν τὸν πόδα τοῦ παιδαρίου, καὶ ἔκραξεν.

4καὶ ὁ ἄγγελος τῷ παιδαρίῳ εἶπεν Ἐπιλαβοῦ καὶ ἐγκρατὴς τοῦ ἰχθύος γενοῦ. καὶ ἐκράτησεν τὸ παιδάριον τοῦ ἰχθύος καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὴν γῆν.

5καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάσχισον τὸν ἰχθύν, καὶ ἔξελε τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ αὐτοῦ καὶ ἀπόθες αὐτὰ μετὰ σαυτοῦ, καὶ τὰ ἔγκατα ἔκβαλε· ἔστιν γὰρ εἰς φάρμακον χρήσιμον ἡ χολὴ καὶ ἡ καρδία καὶ τὸ ἧπαρ αὐτοῦ.

6καὶ ἀνασχίσας τὸ παιδάριον τὸν ἰχθὺν συνήγαγεν τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ, καὶ ὤπτησεν τοῦ ἰχθύος καὶ ἔφαγεν, καὶ ἀφῆκεν ἐξ αὐτοῦ ἡλισμένον. καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς ἕως ἤγγισαν εἰς Μηδίαν.

7καὶ τότε ἠρώτησεν τὸ παιδάριον τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Ἀζαρία ἀδελφέ, τί τὸ φάρμακον ἐν τῇ καρδίᾳ καὶ τῷ ἥπατι τοῦ ἰχθύος καὶ ἐν τῇ χολῇ;

8καὶ εἶπεν αὐτῷ Ἡ καρδία καὶ τὸ ἧπαρ τοῦ ἰχθύος κάπνισον ἐνώπιον ἀνθρώπου ἢ γυναικός, ᾧ ἀπάντημα δαιμονίου ἢ πνεύματος πονηροῦ· καὶ φεύξεται ἀπ᾽ αὐτοῦ πᾶν ἀπάντημα καὶ οὐ μὴ μείνωσιν μετ᾽ αὐτοῦ εἰς τὸν αἰῶνα.

9καὶ ἡ χολὴ ἐνχρῖσαι ἀνθρώπου ὀφθαλμούς, οὗ λευκώματα ἀνέβησαν ἐπ᾽ αὐτῶν, ἐμφυσῆσαι ἐπ᾽ αὐτοὺς ἐπὶ τῶν λευκωμάτων, καὶ ὑγιαίνουσιν.

10Καὶ ὅτε εἰσῆλθεν εἰς Μηδείαν καὶ ἤδη ἤγγιζεν εἰς Ἐκβάτανα,

11λέγει Ῥαφαὴλ τῷ παιδαρίῳ Τωβεία ἀδελφέ. καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγώ. καὶ εἶπεν αὐτῷ Ἐν τοῖς Ῥαγουήλου τὴν νύκτα ταύτην δεῖ ἡμᾶς αὐλισθῆναι· καὶ ὁ ἄνθρωπος συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ θυγάτηρ ᾗ ὄνομα Σάρρα.

12καὶ υἱὸς ἄρσην οὐδὲ θυγάτηρ ὑπάρχει αὐτῷ πλὴν Σάρρας μόνης, καὶ σὺ ἔγγιστα αὐτῆς εἶ παρὰ πάντας ἀνθρώπους κληρονομῆσαι αὐτήν, καὶ τὰ ὄντα τῷ πατρὶ αὐτῆς σοὶ δικαιοῦται κληρονομῆσαι· καὶ τὸ κοράσιον φρόνιμον καὶ ἀνδρεῖον καὶ καλὸν λίαν καὶ ὁ πατὴρ αὐτῆς καλός.

13καὶ εἶπεν Δεδικαίωταί σοι λαβεῖν αὐτήν· καὶ ἄκουσόν μου, ἀδελφέ, καὶ λαλήσω τῷ πατρὶ περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην ἵνα λημψόμεθά σοι αὐτὴν νύμφην· καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥαγουὴλ ποιήσομεν τὸν γάμον αὐτῆς. καὶ ἐπίσταμαι ὅτι οὐ μὴ δυνηθῇ Ῥαγουὴλ κωλῦσαι αὐτὴν ἀπὸ σοῦ ἢ ἐγγυᾶσθαι ἑτέρῳ, ὀφειλήσειν θάνατον κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως, καὶ διὰ τὸ γινώσκειν ὅτι σοὶ κληρονομία καθήκει λαβεῖν τὴν θυγατέρα αὐτοῦ παρὰ πάντα ἄνθρωπον. καὶ νῦν ἄκουσόν μου, ἀδελφέ, καὶ λαλήσωμεν περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην καὶ μνηστευσόμεθά σοι αὐτήν· καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων λημψόμεθα αὐτήν, καὶ ἀπάξωμεν αὐτὴν μεθ᾽ ἡμῶν εἰς τὸν οἶκόν σου.

14τότε ἀποκριθεὶς Τωβείας εἶπεν τῷ Ῥαφαήλ Ἀζαρία ἀδελφέ, ἤκουσα ὅτι ἑπτὰ ἤδη ἐδόθη ἀνδράσιν, καὶ ἀπέθανον ἐν τοῖς νυμφῶσιν αὐτῶν· τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτὴν καὶ ἀπέθνησκον. καὶ ἤκουσα λεγόντων αὐτῶν ὅτι δαιμόνιον ἀποκτέννει αὐτούς.

15καὶ νῦν φοβοῦμαι ἐγώ· ὅτι αὐτὴν οὐκ ἀδικεῖ, ἀλλ᾽ ὃς ἂν θελήσῃ ἐγγίσαι αὐτῆς, ἀποκτέννει αὐτόν. μονογενής εἰμι τῷ πατρί μου, μὴ ἀποθάνω, καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ᾽ ὀδύνης ἐπ᾽ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς ἵνα θάψῃ αὐτούς.

16καὶ λέγει αὐτῷ Οὐ μέμνησαι τὰς ἐντολὰς τοῦ πατρός σου, ὅτι ἐνετείλατό σοι λαβεῖν γυναῖκα ἐκ τοῦ οἴκου τοῦ πατρός σου; καὶ νῦν ἄκουσόν μου, ἀδελφέ, καὶ μὴ λόγον ἔχε τοῦ δαιμονίου τούτου καὶ λάβε. καὶ γινώσκω ἐγὼ ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι γυνή.

17καὶ ὅταν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λάβε ἐκ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ τὴν καρδίαν καὶ ἐπίθες ἐπὶ τὴν τέφραν τῶν θυμιαμάτων, καὶ ἡ ὀσμὴ πορεύσεται

18καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται, καὶ οὐκέτι μὴ φανῇ περὶ αὐτὴν τὸν πάντα αἰῶνα. καὶ ὅταν μέλλῃς γίνεσθαι μετ᾽ αὐτῆς, ἐξεγέρθητε πρῶτον ἀμφότεροι καὶ προσεύξασθε καὶ δεήθητε τοῦ κυρίου τοῦ οὐρανοῦ ἵνα ἔλεος γένηται καὶ σωτηρία ἐφ᾽ ὑμᾶς. καὶ μὴ φοβοῦ, σοὶ γάρ ἐστιν μεμερισμένη πρὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ μετὰ σοῦ πορεύσεται, καὶ ὑπολαμβάνω ὅτι ἔσονταί σοι ἐξ αὐτῆς παιδία καὶ ἔσονταί σοι ὡς ἀδελφοί· μὴ λόγον ἔχε. καὶ ὅτε ἤκουσεν Τωβείας τῶν λόγων Ῥαφαὴλ καὶ ὅτι ἔστιν αὐτῷ ἀδελφὴ ἐκ τοῦ σπέρματος τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, λίαν ἠγάπησεν αὐτὴν καὶ ἡ καρδία αὐτοῦ ἐκολλήθη εἰς αὐτήν.

SBL Greek New Testament and Swete’s Septuagint