1Ἄγγελοι τῶν δυνάμεων.
2Οὐριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ κόσμου καὶ τοῦ ταρτάρου.
3Ῥαφαήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων τῶν ἀνθρώπων.
4Ῥαγουήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐκδικῶν τὸν κόσμον τῶν φωστήρων.
5Μιχαήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν τοῦ λαοῦ ἀγαθῶν τεταγμένος καὶ ἐπὶ τῷ χάῳ.
6Σαριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων οἵτινες ἐπὶ τῷ πνεύματι ἁμαρτάνουσιν.
7Γαβριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ παραδείσου καὶ τῶν δρακόντων καὶ χερουβείν. ἀρχαγγέλων ὀνόματα ἑπτά.