Skip to content
← 1 Enoch

Chapter 21 · Greek

1 Enoch

1Καὶ ἐφώδευσα ἕως τῆς ἀκατασκευάστου.

2κἀκεῖ ἐθεασάμην ἔργον φοβερόν· ἑώρακα οὔτε οὐρανὸν ἐπάνω, οὔτε γῆν τεθέαμαι τεθεμελιωμένην, ἀλλὰ τόπον ἀκατασκεύαστον καὶ φοβερόν.

3καὶ ἐκεῖ τεθέαμαι ἑπτὰ τῶν ἀστέρων τοῦ οὐρανοῦ δεδεμένους καὶ ἐριμμένους ἐν αὐτῷ, ὁμοίους ὄρεσιν μεγάλοις καὶ ἐν πυρὶ καιομένους.

4τότε εἶπον Διὰ ποίαν αἰτίαν ἐπεδέθησαν, καὶ διὰ τί ὧδε ἐρίφησαν;

5τότε εἶπέν μοι Οὐριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετ᾽ ἐμοῦ ἦν (καὶ αὐτὸς ἡγεῖτο αὐτῶν), καὶ εἶπέν μοι Ἑνώχ, περὶ τίνος ἐρωτᾷς, ἢ περὶ τίνος τὴν ἀλήθειαν φιλοσπευδεῖς;

6οὗτοί εἰσιν τῶν ἀστέρων τοῦ οὐρανοῦ οἱ παραβάντες τὴν ἐπιταγὴν τοῦ κυρίου, καὶ ἐδέθησαν ὧδε μέχρι τοῦ πληρῶσαι μύρια ἔτη, τὸν χρόνον τῶν ἁμαρτημάτων αὐτῶν.

7Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον τούτου φοβερώτερον, καὶ τεθέαμαι ἔργα φοβερώτερα, πῦρ μέγα ἐκεῖ καιόμενον καὶ φλεγόμενον, καὶ διακοπὴν εἶχεν ὁ τόπος ἕως τῆς ἀβύσσου, πλήρης στύλων πυρὸς μεγάλου καταφερομένων· οὔτε μέτρον οὔτε πλάτος ἠδυνήθην ἰδεῖν οὐδὲ εἰκάσαι.

8τότε εἶπον Ὡς φοβερὸς ὁ τόπος καὶ ὡς δεινὸς τῇ ὁράσει.

9τότε ἀπεκρίθη μοι ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετ᾽ ἐμοῦ ἦν, καὶ εἶπέν μοι Ἑνώχ, διὰ τί ἐφοβήθης οὕτως καὶ ἐπτοήθης; καὶ ἀπεκρίθην Περὶ τούτου τοῦ φοβεροῦ καὶ περὶ τῆς προσόψεως τῆς δεινῆς.

10καὶ εἶπεν Οὗτος ὁ τόπος δεσμωτήριον ἀγγέλων· ὧδε συνσχεθήσονται μέχρι αἰῶνος εἰς τὸν αἰῶνα.

SBL Greek New Testament and Swete’s Septuagint