1Κἀκεῖθεν ἐφόδευσα εἰς ἄλλον τόπον, καὶ ἔδειξέν μοι πρὸς δυσμὰς ἄλλο ὄρος μέγα καὶ ὑψηλόν, πέτρας στερεάς.
2καὶ τέσσαρες τόποι ἐν αὐτῷ κοῖλοι, βάθος ἔχοντες καὶ λίαν λεῖοι, τρεῖς αὐτῶν σκοτινοὶ καὶ εἷς φωτινός, καὶ πηγὴ ὕδατος ἀνὰ μέσον αὐτοῦ. καὶ εἶπον Πῶς λεῖα τὰ κοιλώματα ταῦτα καὶ ὁλοβαθῆ καὶ σκοτινὰ τῇ ὁράσει.
3τότε ἀπεκρίθη Ῥαφαήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετ᾽ ἐμοῦ ἦν, καὶ εἶπέν μοι Οὗτοι οἱ τόποι οἱ κοῖλοι, ἵνα ἐπισυνάγωνται εἰς αὐτοὺς τὰ πνεύματα τῶν ψυχῶν τῶν νεκρῶν. εἰς αὐτὸ τοῦτο ἐκρίθησαν, ὧδε ἐπισυνάγεσθαι πάσας τὰς ψυχὰς τῶν ἀνθρώπων.
4καὶ οὗτοι οἱ τόποι εἰς ἐπισύνσχεσιν αὐτῶν ἐποίησαν μέχρι τῆς ἡμέρας τῆς κρίσεως αὐτῶν καὶ μέχρι τοῦ διορισμοῦ καὶ διορισμένου χρόνου, ἐν ᾧ ἡ κρίσις ἡ μεγάλη ἔσται ἐν αὐτοῖς.
5Τεθέαμαι ἀνθρώπους νεκροὺς ἐντυγχάνοντας, καὶ ἡ φωνὴ αὐτοῦ μέχρι τοῦ οὐρανοῦ προέβαινεν καὶ ἐνετύγχανεν.
6καὶ ἠρώτησα Ῥαφαὴλ τὸν ἄγγελον ὃς μετ᾽ ἐμοῦ ἦν, καὶ εἶπα αὐτῷ Τοῦτο τὸ πνεῦμα τὸ ἐντυγχάνον τίνος ἐστίν, δι᾽ ὃ οὕτως ἡ φωνὴ αὐτοῦ προβαίνει καὶ ἐντυγχάνει ἕως τοῦ οὐρανοῦ;
7καὶ ἀπεκρίθη μοι λέγων Τοῦτο τὸ πνεῦμά ἐστιν τὸ ἐξελθὸν ἀπὸ Ἅβελ ὃν ἐφόνευσε Κάειν ὁ ἀδελφός, καὶ Ἅβελ ἐντυγχάνει περὶ αὐτοῦ μέχρι τοῦ ἀπολέσαι τὸ σπέρμα αὐτοῦ ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ σπέρματος τῶν ἀνθρώπων ἀφανίσθῃ τὸ σπέρμα αὐτοῦ.
8Τότε ἠρώτησα περὶ τῶν κυκλωμάτων πάντων, διὰ τί ἐχωρίσθησαν ἓν ἀπὸ τοῦ ἑνός.
9καὶ ἀπεκρίθη μοι λέγων Οὗτοι οἱ τρεῖς ἐποιήθησαν χωρίζεσθαι τὰ πνεύματα τῶν νεκρῶν· καὶ οὕτως ἐχωρίσθη εἰς τὰ πνεύματα τῶν δικαίων, οὗ ἡ πηγὴ τοῦ ὕδατος ἐν αὐτῷ φωτινή·
10καὶ οὕτως ἐκτίσθη τῶν ἁμαρτωλῶν, ὅταν ἀποθάνωσιν καὶ ταφῶσιν εἰς τὴν γῆν, καὶ κρίσις οὐκ ἐγενήθη ἐπ᾽ αὐτῶν ἐν τῇ ζωῇ αὐτῶν,
11ὧδε χωρίζεσθαι τὰ πνεύματα αὐτῶν εἰς τὴν μεγάλην βάσανον ταύτην, μέχρι τῆς μεγάλης ἡμέρας τῆς κρίσεως, τῶν μαστίγων καὶ τῶν βασάνων τῶν κατηραμένων· μέχρι αἰῶνος ἦν ἀνταπόδοσις τῶν πνευμάτων· ἐκεῖ δήσει αὐτοὺς μέχρις αἰῶνος.
12καὶ οὕτως ἐχωρίσθη τοῖς πνεύμασιν τῶν ἐντυγχανόντων, οἵτινες ἐνφανίζουσιν περὶ τῆς ἀπωλείας, ὅταν φονευθῶσιν ἐν ταῖς ἡμέραις τῶν ἁμαρτωλῶν.
13καὶ οὕτως ἐκτίσθη τοῖς πνεύμασιν τῶν ἀνθρώπων, ὅσοι οὐκ ἔσονται ὅσιοι ἀλλὰ ἁμαρτωλοί, ὅσοι ἀσεβεῖς, καὶ μετὰ τῶν ἀνόμων ἔσονται μέτοχοι. τὰ δὲ πνεύματα, ὅτι οἱ ἐνθάδε θλιβέντες ἔλαττον κολάζονται αὐτῶν, οὐ τιμωρηθήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως, οὐδὲ μὴ μετεγερθῶσιν ἐντεῦθεν.
14Τότε ηὐλόγησα τὸν κύριον τῆς δόξης, καὶ εἶπα Εὐλογητὸς εἶ, Κύριε ὁ τῆς δικαιοσύνης, κυριεύων τοῦ αἰῶνος.