1Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον πρὸς δυσμὰς τῶν περάτων τῆς γῆς.
2καὶ ἐθεασάμην πῦρ διατρέχον καὶ οὐκ ἀναπαυόμενον οὐδὲ ἐνλεῖπον τοῦ δρόμου, ἡμέρας καὶ νυκτὸς ἅμα διαμένον.
3καὶ ἠρώτησα λέγων Τί ἐστιν τὸ μὴ ἔχον ἀνάπαυσιν;
4τότε ἀπεκρίθη μοι Ῥαγουήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετ᾽ ἐμοῦ ἦν οὗτος ὁ δρόμος τοῦ πυρὸς τὸ πρὸς δυσμὰς πῦρ τὸ ἐκδιῶκόν ἐστιν πάντας τοὺς φωστῆρας τοῦ οὐρανοῦ.