Skip to content
← 1 Enoch

Chapter 24 · Greek

1 Enoch

1Καὶ ἔδειξέν μοι ὄρη πυρὸς καιόμενα νυκτός.

2καὶ ἐπέκεινα αὐτῶν ἐπορεύθην καὶ ἐθεασάμην ἑπτὰ ὄρη, ἔνδοξα πάντα, ἑκάτερα τοῦ ἑκατέρου διαλλάσσοντα, ὧν οἱ λίθοι ἔντιμοι τῇ καλλονῇ, καὶ πάντα ἔντιμα καὶ ἔνδοξα καὶ εὐειδῆ, τρία ἐπ᾽ ἀνατολὰς ἐστηριγμένα ἐν τῷ ἑνί, καὶ τρία ἐπὶ νότον ἐν τῷ ἑνί. καὶ φάραγγες βαθεῖαι καὶ τραχεῖαι, μία τῇ μιᾷ οὐκ ἐγγίζουσαι,

3καὶ τῷ ὄρει ἕβδομον ὄρος ἀνὰ μέσον τούτων, καὶ ὑπερεῖχεν τῷ ὕψει, ὅμοιον καθέδρᾳ θρόνου, καὶ περιεκύκλου δένδρα αὐτῷ εὐειδῆ.

4καὶ ἦν ἐν αὐτοῖς δένδρον ὃ οὐδέποτε ὤσφρανμαι καὶ οὐδεὶς ἕτερος αὐτῷ ηὐφράνθη, καὶ οὐδὲν ἕτερον ὅμοιον αὐτῷ· ὀσμὴν εἶχεν εὐωδεστέραν πάντων ἀρωμάτων, καὶ τὰ φύλλα αὐτοῦ καὶ τὸ ἄνθος καὶ τὸ δένδρον οὐ φθίνει εἰς τὸν αἰῶνα· οἱ δὲ περὶ τὸν καρπὸν ὡσεὶ βότρυες φοινίκων.

5τότε εἶπον Ὡς καλὸν τὸ δένδρον τοῦτό ἐστιν καὶ εὐῶδες, καὶ ὡραῖα τὰ φύλλα, καὶ τὰ ἄνθη αὐτοῦ ὡραῖα τῇ ὁράσει.

6τότε ἀπεκρίθη μοι Μιχαήλ, εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετ᾽ ἐμοῦ ἦν (καὶ αὐτὸς αὐτῶν ἡγεῖτο),

SBL Greek New Testament and Swete’s Septuagint