1Καὶ ἐκεῖθεν ἐφώδευσα εἰς τὸ μέσον τῆς γῆς, καὶ ἴδον τόπον ηὐλογημένον, ἐν ᾧ δένδρα ἔχοντα παραφυάδας μενούσας καὶ βλαστούσας τοῦ δένδρου ἐκκοπέντος.
2κἀκεῖ τεθέαμαι ὄρος ἅγιον· ὑποκάτω τοῦ ὄρους ὕδωρ ἐξ ἀνατολῶν, καὶ τὴν δύσιν εἶχεν πρὸς νότον.
3καὶ ἴδον πρὸς ἀνατολὰς ἄλλο ὄρος ὑψηλότερον τούτου, καὶ ἀνὰ μέσον αὐτοῦ φάραγγα βαθεῖαν, οὐκ ἔχουσαν πλάτος, καὶ δι᾽ αὐτῆς ὕδωρ πορεύεται ὑποκάτω ὑπὸ τὸ ὄρος.
4καὶ πρὸς δυσμὰς τούτου ἄλλο ὄρος ταπεινότερον αὐτοῦ καὶ οὐκ ἔχον ὕψος, καὶ φάραγγα βαθεῖαν καὶ ξηρὰν ἀνὰ μέσον αὐτῶν, καὶ ἄλλην φάραγγα βαθεῖαν καὶ ξηρὰν ἐπ᾽ ἄκρων τῶν τριῶν ὀρέων.
5καὶ πόσαι φάραγγές εἰσιν βαθεῖαι ἐκ πέτρας στερεᾶς, καὶ δένδρον οὐκ ἐφυτεύετο ἐπ᾽ αὐτάς.
6καὶ ἐθαύμασα περὶ τῆς φάραγγος, καὶ λίαν ἐθαύμασα.