Skip to content
← 1 Enoch

Chapter 27 · Greek

1 Enoch

1καὶ εἶπον Διὰ τί ἡ γῆ αὕτη ἡ εὐλογημένη καὶ πᾶσα πλήρης δένδρων, αὐτὴ δὲ ἡ φάραγξ κεκατηραμένη ἐστίν;

2γῆ κατάρατος τοῖς κεκαταραμένοις ἐστὶν μέχρι αἰῶνος. ὧδε ἐπισυναχθήσονται πάντες οἱ κεκατηραμένοι οἵτινες ἐροῦσίν τῷ στόματι αὐτῶν κατὰ Κυρίου φωνὴν ἀπρεπῆ, καὶ περὶ τῆς δόξης αὐτοῦ σκληρὰ λαλήσουσιν. ὧδε ἐπισυναχθήσονται, καὶ ὧδε ἔσται τὸ οἰκητήριον.

3ἐπ᾽ ἐσχάτοις αἰῶσιν, ἐν ταῖς ἡμέραις τῆς κρίσεως τῆς ἀληθινῆς ἐναντίον τῶν δικαίων εἰς τὸν ἅπαντα χρόνον, ὧδε εὐλογήσουσιν οἱ εὐσεβεῖς τὸν κύριον τῆς δόξης, τὸν βασιλέα τοῦ αἰῶνος·

4ἐν ταῖς ἡμέραις τῆς κρίσεως αὐτῶν εὐλογήσουσιν ἐν ἐλέει, ὡς ἐμέρισεν αὐτοῖς.

5Τότε ηὐλόγησα τὸν κύριον τῆς δόξης, καὶ τὴν δόξαν αὐτοῦ ἐδήλωσα καὶ ὕμνησα μεγαλοπρεπῶς.

SBL Greek New Testament and Swete’s Septuagint