1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων
2Καὶ σύ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ;
3εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ᾽ αὐτὸν πᾶν σκεῦος;
4παρὲξ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ᾽ ἐνιαυτὸν κάθαρσιν ἀπ᾽ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν;
5οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν; μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔσται ἔτι εἰς ἐργασίαν;
6διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ ὃ δέδωκα αὐτὸ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ἰερουσαλήμ.
7καὶ δώσω τὸ πρόσωπόν μου ἐπ᾽ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ᾽ αὐτούς.
8καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν ἀνθ᾽ ὧν παρέπεσον παραπτώματι, λέγει Κύριος.