Skip to content
← Job

Chapter 25 · Greek

Job

1Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει

2Τί γὰρ προοίμιον ἢ φόβος ὁ παρ᾽ αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ;

3μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾽ αὐτοῦ;

4πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός;

5ἦ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.

6ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.

SBL Greek New Testament and Swete’s Septuagint