Skip to content
← Psalms of Solomon

Chapter 10 · Greek

Psalms of Solomon

1Ἐν ὕμνοις τῷ Σαλωμών. Μακάριος ἀνὴρ οὗ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ, καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι, καθαρισθῆναι ἀπὸ ἁμαρτίας, τοῦ μὴ πληθῦναι.

2ὁ ἑτοιμάζων νῶτον εἰς μάστιγας, καὶ καθαρισθήσεται· χρηστὸς γὰρ ὁ κύριος τοῖς ὑπομένουσιν παιδείαν.

3ὀρθώσει γὰρ ὁδοὺς δικαίων, καὶ οὐ διαπρέψει ἐν παιδείᾳ.

4καὶ τὸ ἔλεος Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείᾳ, καὶ μνήσεται Κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει·

5ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου, ἡ μαρτυρία Κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ.

6δίκαιος καὶ ὅσιος Κύριος ἡμῶν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ Ἰσραὴλ αἰνέσει τῷ ὀνόματι Κυρίου ἐν εὐφροσύνῃ.

7καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ, καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ Ἰσραήλ.

8ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα, καὶ συναγωγαὶ Ἰσραὴλ δοξάσουσιν τὸ ὄνομα Κυρίου.

9τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον Ἰσραὴλ εἰς σωφροσύνην αἰώνιον.

SBL Greek New Testament and Swete’s Septuagint