1Τῷ Σαλωμών· εἰς προσδοκίαν. Σαλπίσατε ἐν Σιὼν ἐν σάλπιγγι σημασίας ἁγίων,
2κηρύξατε ἐν Ἰερουσαλὴμ φωνὴν εὐαγγελιζομένου· ὅτι ἠλέησεν ὁ θεὸς Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
3στῆθι, Ἰερουσαλήμ, ἐφ᾽ ὑψηλοῦ, καὶ ἴδε τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ἀπὸ Κυρίου.
4ἀπὸ Βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν· ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός.
5ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς·
6οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν, οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν.
7πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός, ἵνα παρέλθῃ Ἰσραὴλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν,
8ἔνδυσαι, Ἰερουσαλήμ, τὰ ἱμάτια τῆς δόξης σου, ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου· ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι.
9ποιήσαι Κύριος ἃ ἐλάλησεν ἐπὶ Ἰσραὴλ καὶ Ἰερουσαλήμ· ἀναστήσαι Κύριος τὸν Ἰσραὴλ ἐν ὀνόματι δόξης αὐτοῦ. τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι.