Skip to content
← Psalms of Solomon

Chapter 12 · Greek

Psalms of Solomon

1Τῷ Σαλωμών· ἐν γλώσσῃ παρανόμων. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ, ἀπὸ γλώσσης παρανόμου καὶ ψιθυροῦ καὶ λαλούσης ψευδῆ καὶ δόλια·

2ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηροῦ. ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ

3ἡ παροικία αὐτοῦ, ἐμπλῆσαι οἴκους ἐν γλώσσῃ ψεύδει, ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους,

4συνχέαι οἴκους παρανόμους ἐν πολέμῳ χείλεσι ψιθυροῖς. μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ, καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων Κύριον

5ἐν πυρὶ φλογὸς γλῶσσα ψιθυρὸς ἀπόλοιτο ἀπὸ ὁσίων.

6φυλάξαι Κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους, καὶ κατευθύναι Κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ.

7τοῦ κυρίου ἡ σωτηρία ἐπὶ Ἰσραὴλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα,

8καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου Κυρίου ἅπαξ, καὶ ὅσιοι Κυρίου κληρονομήσαισαν ἐπαγγελίας.

SBL Greek New Testament and Swete’s Septuagint