Skip to content
← Psalms of Solomon

Chapter 2 · Greek

Psalms of Solomon

1Ψαλμὸς τῷ Σαλωμὼν περὶ Ἰερουσαλήμ. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἁμαρτωλὸν ἐν κριῷ κατέβαλλε τείχη ὀχυρά, καὶ οὐκ ἐκώλυσας.

2ἀνέβησαν ἐπὶ τὸ θυσιαστήριόν σου ἔθνη ἀλλότρια, κατεπατοῦσαν ἐν ὑποδήμασιν αὐτῶν ἐν ὑπερηφανίᾳ.

3ἀνθ᾽ ὧν οἱ υἱοὶ Ἰερουσαλὴμ ἐμίαναν τὰ ἅγια Κυρίου, ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις·

4ἕνεκεν τούτων εἶπεν Ἀπορίψατε αὐτὰ μακρὰν ἀπ᾽ ἐμοῦ, οὐκ εὐόδωκεν αὐτοῖς τὸ κάλλος τῆς δόξης αὐτοῦ·

5ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ, ἠτιμώθη ἕως εἰς τέλος.

6υἱοὶ καὶ θυγατέρες ἐν αἰχμαλωσίᾳ πονηρᾷ, ἐν σφραγῖδι ὁ τράχηλος αὐτῶν, ἐν ἐπισήμῳ ἐν τοῖς ἔθνεσιν·

7κατὰ τὰς ἁμαρτίας αὐτῶν ἐποίησεν αὐτοῖς, ὅτι ἐγκατέλειπεν αὐτοὺς εἰς χεῖρας κατισχυόντων·

8ἀπέστρεψεν γὰρ τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἐλέους αὐτῶν, νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν εἰς ἅπαξ·

9ὅτι πονηρὰ ἐποίησαν εἰς ἅπαξ, τοῦ μὴ ἀκούειν.

10καὶ ὁ οὐρανὸς ἐβαρυθύμησε, καὶ ἡ γῆ ἐβδελύξατο αὐτούς,

11ὅτι οὐκ ἐποίησεν πᾶς ἄνθρωπος ἐπ᾽ αὐτῆς ὅσα ἐποίησαν.

12καὶ γνώσεται ἡ γῆ τὰ κρίματά σου πάντα τὰ δίκαια, ὁ θεός.

13ἔστησαν τοὺς υἱοὺς Ἰερουσαλὴμ εἰς ἐμπαιγμόν, ἀντὶ πορνῶν ἐν αὐτῇ· πᾶς ὁ πορευομενος εἰσεπορεύετο κατέναντι τοῦ ἡλίου· ἐνέπαιζον ταῖς ἀνομίαις αὐτῶν·

14καθὰ ἐποίουν αὐτοί, ἀπέναντι τοῦ ἡλίου παρεδειγμάτισαν ἀδικίας αὐτῶν. καὶ θυγατέρες Ἰερουσαλὴμ βέβηλοι κατὰ τὸ κρίμα σου,

15ἀνθ᾽ ὧν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν φυρμῷ ἀναμίξεως. τὴν κοιλίαν μου καὶ τὰ σπλάγχνα μου πονῶ ἐπὶ τούτοις.

16ἐγὼ δικαιώσω σε, ὁ θεός, ἐν εὐθύτητι καρδίας· ὅτι ἐν τοῖς κρίμασίν σου ἡ δικαιοσύνη σου, ὁ θεός.

17ὅτι ἀπέδωκας τοῖς ἁμαρτωλοῖς κατὰ τὰ ἔργα αὐτῶν, καὶ κατὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πονηρὰς σφόδρα.

18ἀνέκαλυψας τὰς ἁμαρτίας αὐτῶν, ἵνα φανῇ τὸ κρίμα σου·

19ἐξήλειψας τὸ μνημόσυνον αὐτῶν ἀπὸ τῆς γῆς. ὁ θεὸς κριτὴς δίκαιος, καὶ οὐ θαυμάσει πρόσωπον.

20ὠνείδισαν γὰρ ἔθνη Ἰερουσαλὴμ ἐν καταπατήσει· κατέσπασεν τὸ κάλλος αὐτῆς ἀπὸ θρόνου δόξης.

21περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας, σχοινίον περὶ τὴν κεφαλὴν αὐτῆς ἀντὶ στεφάνου.

22περιείλατο μίτραν δόξης ἣν περιέθηκεν αὐτῇ ὁ θεός·

23ἐν ἀτιμίᾳ τὸ κάλλος αὐτῆς ἀπερρίφη ἐπὶ τὴν γῆν.

24καὶ ἐγὼ εἶδον, καὶ ἐδεήθην τοῦ προσώπου Κυρίου καὶ εἶπον Ἱκάνωσον, Κύριε, τοῦ βαρύνεσθαι χεῖράς σου ἐπὶ Ἰσραὴλ ἐν ἐπαγωγῇ ἐθνῶν.

25ὅτι ἐνέπαιξαν καὶ οὐκ ἐφείσαντο, ἐν ὀργῇ καὶ θυμῷ μετὰ μηνίσεως·

26καὶ συντελεσθήσονται, ἐὰν μὴ σύ, Κύριε, ἐπιτιμήσεις αὐτοῖς ἐν ὀργῇ σου.

27ὅτι οὐκ ἐν ζήλει ἐποίησαν, ἀλλ᾽ ἐν ἐπιθυμίᾳ ψυχῆς,

28ἐκχέαι τὴν ὀργὴν αὐτῶν εἰς ἡμᾶς ἐν ἁρπάγματι. καὶ μὴ χρονίσῃς, ὁ θεός, τοῦ ἀποδοῦναι αὐτοῖς εἰς κεφαλάς,

29τοῦ εἰπεῖν τὴν ὑπερηφανίαν τοῦ δράκοντος ἐν ἀτιμίᾳ.

30καὶ οὐκ ἐχρόνισα ἕως ἔδειξέν μοι ὁ θεὸς τὴν ὕβριν αὐτοῦ, ἐκκεκεντημένον ἐπὶ τῶν ὀρέων Αἰγύπτου, ὑπὲρ ἐλαχίστου ἐξουδενωμένον ἐπὶ γῆς καὶ θαλάσσης·

31τὸ σῶμα αὐτοῦ διαφερόμενον ἐπὶ κυμάτων ἐν ὕβρει πολλῇ, καὶ οὐκ ἦν ὁ θάπτων·

32ὅτι ἐξουθένωσεν αὐτὸν ἐν ἀτιμίᾳ· οὐκ ἐλογίσατο ὅτι ἄνθρωπός ἐστιν, καὶ τὸ ὕστερον οὐκ ἐλογίσατο.

33εἶπεν Ἐγὼ κύριος γῆς καὶ θαλάσσης ἔσομαι· καὶ οὐκ ἐπέγνω ὅτι ὁ θεὸς μέγας, κραταιὸς ἐν ἰσχύι αὐτοῦ τῇ μεγάλῃ.

34αὐτὸς βασιλεὺς ἐπὶ τῶν οὐρανῶν καὶ κρίνων βασιλεῖς καὶ ἀρχάς·

35ὁ ἀνιστῶν ἐμὲ εἰς δόξαν, καὶ κοιμίζων ὑπερηφάνους εἰς ἀπωλίαν αἰῶνος ἐν ἀτιμίᾳ, ὅτι οὐκ ἔγνωσαν αὐτόν.

36καὶ νῦν ἴδετε, οἱ μεγιστᾶνες τῆς γῆς, τὸ κρίμα τοῦ κυρίου· ὅτι μέγας βασιλεὺς καὶ δίκαιος, κρίνων τὴν ὑπ᾽ οὐρανόν.

37εὐλογεῖτε τὸν θεόν, οἱ φοβούμενοι τὸν κύριον ἐν ἐπιστήμῃ, ὅτι τὸ ἔλεος Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, μετὰ κρίματος,

38τοῦ διαστεῖλαι ἀνὰ μέσον δικαίου καὶ ἁμαρτωλοῦ, ἀποδοῦναι ἁμαρτωλοῖς εἰς τὸν αἰῶνα κατὰ τὰ ἔργα αὐτῶν·

39καὶ ἐλεῆσαι δίκαιον ἀπὸ ταπεινώσεως ἁμαρτωλοῦ, καὶ ἀποδοῦναι ἁμαρτωλῷ ἀνθ᾽ ὧν ἐποίησεν δικαίῳ.

40ὅτι χρηστὸς ὁ κύριος τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ὑπομονῇ, ποιῆσαι κατὰ τὸ ἔλεος αὐτοῦ τοῖς ὁσίοις αὐτοῦ, παρεστάναι διὰ παντὸς ἐνώπιον αὐτοῦ ἐν ἰσχύι.

41εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα ἐνώπιον δούλων αὐτοῦ.

SBL Greek New Testament and Swete’s Septuagint