Skip to content
← Psalms of Solomon

Chapter 3 · Greek

Psalms of Solomon

1Ψαλμὸς τῷ Σαλωμὼν περὶ δικαίων. Ἵνα τί ὑπνοῖς, ψυχή, καὶ οὐκ εὐλογεῖς τὸν κύριον;

2ὕμνον καὶ αἶνον ψάλλετε τῷ θεῷ τῷ αἰνετῷ. ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ· ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας.

3δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου, ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα τοῦ κυρίου.

4οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ τοῦ κυρίου· ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔναντι Κυρίου.

5προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον· ἔπεσεν, καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός·

6ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτῷ.

7ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν· οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφ᾽ ἁμαρτίαν.

8ἐπισκέπτεται διὰ παντὸς τὸν οἶκον αὐτοῦ ὁ δίκαιος, τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ.

9ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχὴν αὐτοῦ·

10καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν οἶκον αὐτοῦ.

11προσέκοψεν ἁμαρτωλός, καὶ καταρᾶται ζωὴν αὐτοῦ, τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὠδῖνας μητρός·

12προσέθηκεν ἁμαρτίας ἐφ᾽ ἁμαρτίαις τῇ ζωῇ αὐτοῦ·

13ἔπεσεν, ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ, καὶ οὐκ ἀναστήσεται. ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα,

14καὶ οὐ μὴ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους·

15αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα.

16οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ Κυρίου οὐκ ἐκλείψει ἔτι.

SBL Greek New Testament and Swete’s Septuagint