Skip to content
← Psalms of Solomon

Chapter 6 · Greek

Psalms of Solomon

1Ἐν ἐλπίδι· τῷ Σαλωμών. Μακάριος ἀνὴρ οὗ ἡ καρδία αὐτοῦ ἑτοίμη ἐπικαλέσασθαι τὸ ὄνομα Κυρίου·

2ἐν τῷ μνημονεύειν αὐτὸν τὸ ὄνομα Κυρίου σωθήσεται.

3αἱ ὁδοὶ αὐτοῦ κατευθύνονται ὑπὸ κυρίου, καὶ πεφυλαγμένα ἔργα χειρῶν αὐτοῦ ὑπὸ Κυρίου θεοῦ αὐτοῦ.

4ἀπὸ ὁράσεως πονηρῶν ἐνυπνίων αὐτοῦ οὐ ταραχθήσεται·

5ἡ ψυχὴ αὐτοῦ ἐν διαβάσει ποταμῶν καὶ σάλῳ θαλασσῶν οὐ πτοηθήσεται.

6ἐξανέστη ἐξ ὕπνου αὐτοῦ, καὶ ηὐλόγησεν τῷ ὀνόματι Κυρίου.

7ἐπ᾽ εὐσταθίᾳ καρδίας αὐτοῦ ἐξύμνησεν τῷ ὀνόματι τοῦ θεοῦ, καὶ ἐδεήθη τοῦ προσώπου Κυρίου περὶ παντὸς τοῦ οἴκου αὐτοῦ.

8καὶ Κύριος εἰσήκουσεν προσευχὴν παντὸς ἐν φόβῳ θεοῦ, καὶ πᾶν αἴτημα ψυχῆς ἐλπιζούσης πρὸς αὐτὸν ἐπιτελεῖ ὁ κύριος.

9εὐλογητὸς Κύριος ὁ ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ.

SBL Greek New Testament and Swete’s Septuagint