Skip to content
← Psalms of Solomon

Chapter 7 · Greek

Psalms of Solomon

1Τῷ Σαλωμών· ἐπιστροφῆς. Μὴ ἀποσκηνώσῃς ἀφ᾽ ἡμῶν, ὁ θεός, ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἳ ἐμίσησαν ἡμᾶς δωρεάν.

2ὅτι ἀπώσω αὐτούς, ὁ θεός· μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιάσματός σου.

3σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς, καὶ μὴ δῷς ἔθνεσιν.

4ἐὰν γὰρ ἀποστείλῃς θάνατον, σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν· ὅτι σὺ ἐλεήμων, καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς,

5ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα,

6καὶ οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος, ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν.

7καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν·

8ὅτι σὺ οἰκτειρήσεις τὸ γένος Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ οὐκ ἀπώσει· καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα, καὶ μάστιγα παιδίας σου.

9κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεώς σου, τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰακὼβ εἰς ἡμέραν ἐν ᾗ ἐπηγγείλω αὐτοῖς.

SBL Greek New Testament and Swete’s Septuagint