Skip to content
← Tobit

Chapter 10 · Greek

Tobit

1Ἑκάστην δὲ ἡμέραν ἐξ ἡμέρας ἐλογίζετο Τωβεὶθ τὰς ἡμέρας ἐν πόσαις πορεύσεται καὶ ἐν πόσαις ἐπιστρέψει. καὶ ὅτε συνετελέσθησαν αἱ ἡμέραι καὶ ὁ υἱὸς αὐτοῦ οὐ παρῆν,

2εἶπεν Μή ποτε κατεσχέθη ἐκεῖ; ἢ μή ποτε ἀπέθανεν ὁ Γαβαήλ, καὶ οὐδεὶς αὐτῷ δίδωσιν τὸ ἀργύριον;

3καὶ ἤρξατο λυπεῖσθαι.

4καὶ Ἅννα ἡ γυνὴ αὐτοῦ λέγει Ἀπώλετο τὸ παιδίον μου καὶ οὐκέτι ὑπάρχει ἐν τοῖς ζῶσιν· καὶ ἤρξατο κλαίειν καὶ θρηνεῖν περὶ τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν

5Οὐαί μοι, τέκνον, ὅτι ἀφῆκά σε πορευθῆναι, τὸ φῶς τῶν ὀφθαλμῶν μου.

6καὶ Τωβεὶθ ἔλεγεν αὐτῇ Σίγα, μὴ λόγον ἔχε, ἀδελφή, ὑγιαίνει· καὶ μάλα περισπασμὸς αὐτοῖς ἐγένετο ἐκεῖ, καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾽ αὐτοῦ πιστός ἐστιν καὶ εἷς τῶν ἀδελφῶν ἡμῶν· μὴ λυποῦ περὶ αὐτοῦ, ἀδελφή, ἤδη παρέσται.

7καί εἶπεν αὐτῷ Σίγα ἀπ᾽ ἐμοῦ καὶ μή με πλάνα· ἀπώλετο τὸ παιδίον μου. καὶ ἐκπηδήσασα περιεβλέπετο τὴν ὁδὸν ᾗ ᾤχετο ὁ υἱὸς αὐτῆς καθ᾽ ἡμέραν καὶ οὐκ ἐπείθετο οὐδενί, καὶ ὅτε ἔδυ ὁ ἥλιος εἰσπορευομένη ἐθρήνει καὶ ἔκλαιεν τὴν νύκτα ὅλην καὶ οὐκ εἶχεν ὕπνον. Καὶ ὅτε συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου ἃς ὤμοσεν Ῥαγουὴλ ποιῆσαι τῇ θυγατρὶ αὐτοῦ, εἰσῆλθεν πρὸς αὐτὸν Τωβείας καὶ εἶπεν Ἐξαπόστειλόν με, γινώσκω γὰρ ἐγὼ ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐ πιστεύουσιν ὅτι ὄψονταί με ἔτι· καί νῦν ἀξιῶ σε, πάτερ, ὅπως ἐξαποστείλῃς με καὶ πορευθῶ πρὸς τὸν πατέρα μου· ἤδη ὑπέδειξά σοι ὡς ἀφῆκα αὐτόν.

8καὶ εἶπεν Ῥαγουὴλ τῷ Τωβείᾳ Μεῖνον, παιδίον, μεῖνον μετ᾽ ἐμοῦ καὶ ἐγὼ ἀποστέλλω ἀγγέλους πρὸς Τώβειν τὸν πατὲρα σου καὶ ὑποδείξουσιν αὐτῷ περὶ σοῦ.

9καὶ εἶπεν αὐτῷ Μηδαμῶς, ἀξιῶ σε ὅπως ἐξαποστείλῃς με ἐντεῦθεν πρὸς τὸν πατέρα μου.

10καὶ ἀναστὰς Ῥαγουὴλ παρέδωκεν Τωβείᾳ Σάρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ πάντων τῶν ὑπαρχόντων αὐτῷ, παῖδας καὶ παιδίσκας, βόας καὶ πρόβατα, ὄνους καὶ καμήλους, ἱματισμὸν καὶ ἀργύριον καὶ σκεύη·

11καὶ ἐξαπέστειλεν αὐτοὺς ὑγιαίνοντας καὶ ἠσπάσατο αὐτὸν καὶ εἶπεν αὐτῷ Ὑγίαινε, παιδίον, ὑγιαίνων ὕπαγε· ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσαι ὑμᾶς καὶ Σάρραν τὴν γυναῖκά σου, καὶ ἴδοιμι ὑμῶν παιδία πρὸ τοῦ ἀποθανεῖν με.

12καὶ εἶπεν Σάρρᾳ τῇ θυγατρὶ αὐτοῦ Ὕπαγε πρὸς τὸν πενθερόν σου, ὅτι ἀπὸ τοῦ νῦν αὐτοὶ γονεῖς σου, ὡς οἱ γεννήσαντές σε· βάδιζε εἰς εἰρήνην, θύγατερ, ἀκούσαιμί σου ἀγαθὴν ἀκοὴν ἕως ζῶ. καὶ ἀπασπασάμενος ἀπέλυσεν αὐτούς. καὶ Ἔδνα λέγει Τωβίᾳ Τέκνον καὶ ἀδελφὲ ἠγαπημένε, ἀποκαταστήσαι σε Κύριος καὶ ἴδοιμί σου τέκνα ἕως ζῶ καὶ Σάρρας τῆς θυγατρός μου πρὸ τοῦ με ἀποθανεῖν. ἐνώπιον τοῦ κυρίου παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παραθήκῃ, μὴ λυπήσῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. παιδίον, εἰς εἰρήνην· ἀπὸ τοῦ νῦν ἐγώ σου μήτηρ καὶ Σάρρα ἀδελφή. εὐοδωθείημεν τάντες ἐν τῷ αὐτῷ πάσας τὰς ἡμέρας ἐν τῇ ζωῇ ἡμῶν. καὶ κατεφίλησεν ἀμφοτέρους καὶ ἀπέστειλεν ὑγιαίνοντας.

13καὶ ἀπῆλθεν Τωβίας ἀπὸ Ῥαγουὴλ ὑγιαίνων καὶ χαίρων καὶ εὐλογῶν τῷ κυρίῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τῷ βασιλεῖ τῶν πάντων, ὅτι εὐόδωκεν τὴν ὁδὸν αὐτοῦ· καὶ εἶπεν αὐτῷ Εὐοδωθῇ σοι τιμᾷν αὐτοὺς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν.

SBL Greek New Testament and Swete’s Septuagint