Skip to content
← Tobit

Chapter 11 · Greek

Tobit

1Καὶ ὡς ἤγγισαν εἰς Κασερείν, ἥ ἐστιν κατέναντι Νινευή,

2εἶπεν Ῥαφαήλ Σὺ γινώσκεις πῶς ἀφήκαμεν τὸν πατέρα σου·

3προδράμωμεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν ἐν ᾧ ἔρχονται.

4καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς καὶ εἶπεν αὐτῷ Λάβε μετὰ χεῖρας τὴν χολήν. καὶ συνῆλθεν αὐτοῖς ὁ κύριος ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτῆς.

5καὶ Ἅννα ἐκάθητο περιβλεπομένη τὴν ὁδὸν τοῦ υἱοῦ αὐτῆς.

6καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾽ αὐτοῦ.

7καὶ Ῥαφαὴλ εἶπεν Τωβείᾳ πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς τὸν πατέρα Ἐπίσταμαι ὅτι οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳχθήσονται·

8ἔνπλασον τὴν χολὴν τοῦ ἰχθύος εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἀποστύψει τὸ φάρμακον καὶ ἀπολεπίσει τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἀναβλέψει ὁ πατήρ σου καὶ ὄψεται τὸ φῶς.

9Καὶ ἀνέδραμεν καὶ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς, καὶ εἶπεν αὐτῷ Εἶδόν σε, παιδίον· ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι. καὶ ἔκλαυσεν.

10καὶ ἀνέστη Τώβεις καὶ προσέκοπτεν τοῖς ποσὶν καὶ ἐξῆλθεν τὴν θύραν τῆς αὐλῆς. καὶ ἐβάδισεν Τωβείας πρὸς αὐτὸν

11καὶ ἡ χολὴ τοῦ ἰχθύος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐνεφύσησεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλάβετο αὐτοῦ καὶ εἶπεν Θάρσει, πάτερ. καὶ ἐπέβαλεν τὸ φάρμακον ἐπ᾽ αὐτὸν καὶ ἐπέδωκεν·

12

13καὶ ἀπελέπισεν ἑκατέραις ταῖς χερσὶν αὐτοῦ ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ,

14καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτῷ Εἶδόν σε, τέκνον, τὸ φῶς τῶν ὀφθαλμῶν μου. καὶ εἶπεν Εὐλογητὸς ὁ θεός, καὶ εὐλογητὸν τὸ ὄνομα τὸ μέγα αὐτοῦ, καὶ εὐλογημένοι πάντες οἱ ἄγγελοι οἱ ἅγιοι αὐτοῦ. γένοιτο τὸ ὄνομα τὸ μέγα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ εὐλογητοὶ πάντες οἱ ἄγγελοι εἰς πάντας τοὺς αἰῶνας·

15ὅτι αὐτὸς ἐμαστίγωσέν με, καὶ ἰδοὺ βλέπω Τωβείαν τὸν υἱόν μου. καὶ εἰσῆλθεν Τωβείας χαίρων καὶ εὐλογῶν τὸν θεὸν ἐν ὅλῳ τῷ σώματι αὐτοῦ, καὶ ἐπέδειξεν Τωβείας τῷ πατρὶ αὐτοῦ ὅτι εὐοδώθη ἡ ὁδὸς αὐτοῦ καὶ ὅτι ἐνήνοχεν ἀργύριον, καὶ ὡς ἔλαβεν Σάρραν τὴν θυγατέρα Ῥαγουὴλ γυναῖκα, καὶ ὅτι ἰδοὺ παραγίνεται καὶ ἐστιν σύνεγγυς τῆς πύλης Νινευή.

16Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς νύμφης αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τὴν πύλην Νινευή. καὶ ἰδόντες αὐτὸν οἱ ἐν Νινευὴ πορευόμενον καὶ διαβαίνοντα αὐτὸν πάσῃ τῇ ἰσχύι αὐτοῦ καὶ ὑπὸ μηδενὸς χειραγωγούμενον ἐθαύμασαν·

17καὶ Τωβεὶθ ἐξωμολογεῖτο ἐναντίον αὐτῶν, ὅτι ἠλέησεν αὐτὸν ὁ θεὸς καὶ ὅτι ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ ἤγγισεν Τωβεὶθ Σάρρα τῇ γυναικὶ Τωβία τοῦ υἱοῦ αὐτοῦ καὶ εὐλόγησεν αὐτὴν καὶ εἶπεν αὐτῇ Εἰσέλθοις ὑγιαίνουσα, θύγατερ, καὶ εὐλογητὸς ὁ θεός σου, ὅς ἤγαγέν σε πρὸς ἡμᾶς, θύγατερ· καὶ εὐλογημένος ὁ πατήρ σου, καὶ εὐλογημένος Τωβείας ὁ υἱός μου, καὶ εὐλογημένη σύ, θύγατερ· εἴσελθε εἰς τὴν οἰκίαν σου ὑγιαίνουσα ἐν εὐλογίᾳ καὶ χαρᾷ, εἴσελθε, θύγατερ. ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο χαρὰ πᾶσιν τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν Νινευή.

18καὶ παρεγένοντο Ἀχεικὰρ καὶ Ναβὰδ οἱ ἐξάδελφοι αὐτοῦ χαίροντες πρὸς Τώβειν.

SBL Greek New Testament and Swete’s Septuagint